Le portique

Nihil novi sub sole !

Accueil > Éléments de langues latine et grecque > Langue grecque > Initiation > Achille

Achille

vendredi 17 février 2006, par Robin Delisle

A partir de texte d’Appollodore, des textes transformés peuvent servir d’exercices d’entraînement.

Il s’agit de tester les connaissances acquises sur les deux premières déclinaisons, ainsi que certains thèmes singulier de la troisième.
La connaissance de l’infinitif présent et du présent de l’indicatif est également requise.

Récit d’Appollodore

[Γ 13,5] αὖθις δὲ γαμεῖ Θέτιν τὴν Νηρέως, περὶ ἧς τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἤρισαν, Θέμιδος δὲ θεσπιῳδούσης ἔσεσθαι τὸν ἐκ ταύτης γεννηθέντα κρείττονα τοῦ πατρὸς ἀπέσχοντο. ἔνιοι δέ φασι, Διὸς ὁρμῶντος ἐπὶ τὴν ταύτης συνουσίαν, εἰρηκέναι Προμηθέα τὸν ἐκ ταύτης αὐτῷ γεννηθέντα οὐρανοῦ δυναστεύσειν. τινὲς δὲ λέγουσι Θέτιν μὴ βουληθῆναι Διὶ συνελθεῖν ὡς ὑπὸ Ἥρας τραφεῖσαν, Δία δὲ ὀργισθέντα θνητῷ θέλειν αὐτὴν συνοικίσαι. Χείρωνος οὖν ὑποθεμένου Πηλεῖ συλλαβεῖν καὶ κατασχεῖν αὐτὴν μεταμορφουμένην, ἐπιτηρήσας συναρπάζει, γινομένην δὲ ὁτὲ μὲν πῦρ ὁτὲ δὲ ὕδωρ ὁτὲ δὲ θηρίον οὐ πρότερον ἀνῆκε πρὶν ἢ τὴν ἀρχαίαν μορφὴν εἶδεν ἀπολαβοῦσαν. γαμεῖ δὲ ἐν τῷ Πηλίῳ, κἀκεῖ θεοὶ τὸν γάμον εὐωχούμενοι καθύμνησαν. καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσειδῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ ἦσαν οὗτοι.

[Γ 13,6] ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ᾽ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε· καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.

Origines d’Achille

Le mariage de Thétis

Αὖθις δὲ Πηλεύς γαμεῖ Θέτιν τὴν Νηρέως. περὶ αὖτης τοῦ γάμου Ζεὺς καὶ Ποσειδῶν ἀγωνίζονται. Άλλά Προμηθεύς Διί λεγεί ·ὁ υἵος γενομενος ἐκ τῆς θέας οὐρανοῦ δυναστεύσει. Χείρων Πηλεῖ λεγει · « συλλαμβανε καὶ κατεχε αὐτὴν μεταμορφουμένην εἰ σύ γαμεῖν αὐτην θέλεις. »
Πηλεύς συναρπάζει, γινομένην τότε μὲν πύρινην, τότε δὲ ὕδραῖαν τότὲ δὲ θηρίον καί αὐτήν λύει μόνον ὅτε Θέτιν ἀπολαβοῦσαν τὴν ἀρχαίαν μορφὴν βλέπει. γαμεῖ δὲ ἐν τῷ Πηλίῳ · οἱ θεοὶ ἐν τῷ γάμῳ ἐρχονται καί ὕμνουσιν.
καὶ δωρεῖται Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσειδῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ εἰσιν οὗτοι.

Un bébé...presqu’immortel...

[Γ 13,6] ὡς δὲ τίκτει Θέτις ἐκ Πηλέως τέκνον, ἀθάνατον θέλει ποιεῖν τὸν νήπιον · κρύφα Πηλέως εἰς τὸ πῦρ τὸ παιδίον βάπτει μετά τῆς νυκτὸς μὲν, μεθ᾽ ἡμέραν δὲ χρίει ἀμβροσίᾳ ὅτι τὴν φύσιν θνητὴν ἐκ τῆς πατριᾶς φθειρειν βουλέται. .
Πηλεὺς δὲ Θέτιν ἐπιτηρεῖ καὶ ὅτε βλέπει τὸν υἷον ἐπὶ τοῦ πυρὸς, βοεῖ· καὶ Θέτις τὴν προαίρεσιν οὐ τελευτᾷ, Πηλέα καὶ τὸν νήπιον υἷον ἀπολείπει καὶ πρὸς Νηρηίδας ἔρχεται. κομίζει δὲ τὸν υἷον πρὸς Χείρωνα Πηλεύς. Χείρων αὐτὸν τρέφει σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὀνόμαζει Ἀχιλλέα (πρότερον δὲ καλεῖται Λιγύρων) ὅτι τὰ χείλεα μαστοῖς οὐ προσήνεγκε.

Vocabulaire

Achille
Origines d’Achille : texte transformé et vocabulaire.