Le portique

Nihil novi sub sole !

Accueil > Éléments de langues latine et grecque > Langue grecque > Initiation > Prométhée

Prométhée

vendredi 17 février 2006, par Robin Delisle

Les Titans auraient été fort avisés d’écouter Prométhée. Ce dernier, enchaîné sur un rocher évoque leur égarement...

Prométhée enchaîné v 201 - 224 Eschyle

ἐπεὶ τάχιστ’ ἤρξαντο δαίμονες χόλου
στάσις τ’ ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
σπεύδοντες, ὡς Ζεὺς μήποτ’ ἄρξειεν θεῶν,
ἐνταῦθ’ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
ᾤοντ’ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν :
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
ὡς οὐ κατ’ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
τοιαῦτ’ ἐμοῦ λόγοισιν ἐξηγουμένου
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
κράτιστα δή μοι τῶν παρεστώτων τότε
ἐφαίνετ’ εἶναι προσλαβόντα μητέρα
ἑκόνθ’ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
αὐτοῖσι συμμάχοισι.


Texte d’imitation

Seules les connaissances des 1ère, 2de déclinaisons et du présent de l’indicatif sont requises.

εἶτα τάχιστα χόλου ὀρμὴ ἐν ἀλλήλοις ὀροθύνει δαίμονες.
οἱ μὲν θέλουσιν ἐκβαλλεῖν ἕδρας Κρόνον ὡς Ζεὺς ἀνάσσει,
οἱ δὲ παλιν σπεύδουσιν, ὡς Ζεὺς οὐποτε ἄρχει τῶν θεῶν.
ἐνταῦθ’ ἐγὼ βουλεύω Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα ·
εἴρηνη ἀριστή ἐστιν.
Αἱμύλας δὲ μηχανὰς ἀτιμάουσιν ἐν ταῖς καρτεραῖς ψυχαῖς ·
οἴονται ἀμοχθεὶ βίᾳ τε δεσπόζειν . Μοὶ δὲ μήτηρ πολλακὶς Θέμις, καὶ Γαῖα τὸν λοιπόν χρόνον προαγορεύουσιν · οὐ κατὰ βίαν ἀλλὰ δόλῳ οἷοι τε κρατεῖν εἰσιν. Ἐπεὶ οὐ τούς λόγους ἀκούουσι, Διί συμπαραστατῶ. ἐμαῖς δὲ βουλαῖς ὁ Ταρτάρου κευθμὼν καλύπτει τὸν Κρόνον σὺν τοῖς συμμάχοις.

1 . Μοὶ = datif (à moi)

Vocabulaire

Prométhée
Vocabulaire